TLG 1021 001 :: MEROPIS :: Meropis (fragmenta) (P. Köln 3.126 [inv. 5604, 17]) Meropis (fragmenta) (P. Köln 3.126 [inv. 5604, 17])
Citation: Fragment — (line) | ||
t | ΜΕΡΟΠΙΣ | |
1 | ἔνθ’ ὃ μὲν ἄλ[λ’] ἧ̣κ̣εν Μερόπων κατὰ νη[λέα] φ̣ῦλα νευρῆι ἔπι ψάλλων | |
2 | ἀλλ’ οὐκ Ἄστερον ἰὸς ἐδάμνατο· τρὶς γὰρ ἐπ’ [αὐτῶι] ἧκε διὰ νευρῆς· τ̣[ῶι δ’ οὐ] χρόα τῆνος ἵκανεν· ἠ̣[ύτε δ’ ἐκ σ]κληρῆς πέτρης ἔξαλτ[ο χαμᾶ]ζε δριμὺ βέλος. πικρ[ὸν δ’ ἄ]χος ἔσχεθεν Ἡ̣ρ̣α̣κλ[ῆα] | |
5 | [ὡς] ἴδεν̣. | |
---|---|---|
3 | κ̣[αί νύ] κεν Ἡρακλῆα κατέκτ[ανεν,] εἰ μὴ Ἀθήνη | |
λάβρον [ἐπεβρόν]τησε διὲκ νεφέων κα[ταβᾶ]σα· πληξαμένη θέν[αρι] δ’ ἁπαλὸν χρόα πρόσθ[ε φαάν]θη Ἡρακλῆος ἄνακτ[ος· ὃ δ’ εἴ]σιδεν ἄσθματι θυίω̣[ν] | 133 | |
5 | [γνῶ τε] θεόν. | |
4 | ἔνθ’ ὃ μὲν ε[ἰς πλη]θὺν Μερόπων κίεν· ἣ [δὲ δια]πρὸ αἰχμῆι στῆθος [ἔλασσεν·] ὃ δ̣’ ἐ̣ξέχυτ’· οὐ γὰρ [ὁμοῖαι] [ἀ]θάναται θνηταῖσι βολ[αὶ κατὰ] γαῖαν ἔασιν· πρηνη[–⏕]τησε· μέλας δ’ ἐπερ〈ε〉ί{ε}δ̣[ετο εὐ]ρὼς | |
5 | ὀφθαλμοῖς· Ἄιδόσ[δε δ’ ἀπή]λυθε θυμὸς ἀναιδής. | |
5 | καὶ τοῦ [μὲν βού]λευσε πε̣ρ̣ὶ̣ χρόα ῥι̣ν̣ὸ̣ν̣ [Ἀθήνη] | |
ἕσσασθαι | 134 | |
6 | ἔκδε[ιρεν δ’ ἄρ’] ἅπαν σκύλος ἄλκιμο̣ν̣· [αἶψα δ’ ἔ]πειτα̣ αὐάνθη· τοῦ μέν ν̣[υ θεὸς] κατέχευε φέρουσα ἀ̣[μβροσίην·] περὶ σῶμα δ’ ἑλιξα̣[⏑–⏑⏑ ἕρ]κος αὐταῖς σὺν χ̣[είρεσσι καὶ] εὐρήεσσι πεδίλοις· | |
5 | [ὣς ἄρα κοσ]μηθεῖσα | 135 |